The Fox and the Grapes

Aesop

Babrius · 19

Βότρυς μελαίνης ἀμπέλου παρωρείῃ
ἀπεκρέμαντο. τοὺς δὲ ποικίλη πλήρεις
ἰδοῦσα κερδὼ πολλάκις μὲν ὡρμήθη
πηδῶσα ποσσὶν πορφυρῆς θιγεῖν ὥρης·
ἦν γὰρ πέπειρος κεἰς τρυγητὸν ἀκμαίη.
κάμνουσα δ’ ἄλλως, οὐ γὰρ ἴσχυε ψαύειν,
παρῆλθεν οὕτω βουκολοῦσα τὴν λύπην·
"ὄμφαξ ὁ βότρυς, οὐ πέπειρος, ὡς ᾤμην."

Perry · 15

Ἀλώπηξ καὶ βότρυς

Ἀλώπηξ λιμώττουσα, ὡς ἐθεάσατο ἀπό τινος ἀναδενδράδος βότρυας κρεμαμένους, ἠβουλήθη αὐτῶν περιγενέσθαι καὶ οὐκ ἠδύνατο. ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν "ὄμφακές εἰσιν."

Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι’ ἀσθένειαν τοὺς καιροὺς αἰτιῶνται.